TLG 1690 001 :: SOTADEA :: Fragmenta

SOTADEA Iamb.
(Incertum)

Cf. et SOTADES Iamb. (1691)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 240–244.

frr. 6–23

Citation: Fragment — (line)

6

Ἀγαθὸς εὐφυὴς δίκαιος εὐτυχὴς ὃς ἂν ζῇ, τοῦ φθόνου λαβεῖν δεῖ μερίδ’, ἢ μῶμον ἔχειν δεῖ. Πλουτεῖ τις ἄγαν; ἀλλὰ πάθος παρέλαβεν αὐτόν. Εὐσεβής τίς ἐστιν; πενίαν δέδωκεν αὑτῷ.
5Μέγας ἐστὶ τεχνίτης; ἀτυχῆ πεποίηχ’ αὑτόν. Κἂν ἐπὶ τὸ μέγιστον δίκαιος κριτὴς ὑπάρχῃ, δεῖ τὸν φύσει νικώμενον ἄδικον αὐτὸν εἰπεῖν. Πλούσιός τίς ἐστιν; τὸ μέγα πτῶμα φοβεῖται. Ἰσχυρὸς ὑπάρχει; νόσου πεῖραν εὐλαβεῖται.
10Ἡμέρας μιᾶς ἀλυπία μέγ’ ἐστὶ κέρδος. Τί γάρ ἐσμεν ὅλως, ἢ ποταπῆς γεγόναμεν ὕλης; Στόχασαι κατὰ σεαυτὸν τὸ βιωτικὸν νοήσας,
ἐκ τίνος ἐγένου καὶ τίς εἶ καὶ τίς πάλι γίνῃ.240

7

Λύπη σε μακρὰν προφεύξεται ἀγαθὰ φρονοῦντα. Μιμοῦ τὸ καλόν, καὶ μενεῖς ἐν βροτοῖς ἄριστος. Νόμος ἐστὶ θεός. τοῦτον ἀεὶ πάντοτε τίμα. Ξένος ὀφείλεις εἶναι τῶν οὐ καλῶς φρονούντων.
5Οὗ καλῶς βιοῖς παράμενε, κεὐτυχεῖς τὰ πάντα. Παρατήρει τὰ πάντων καλά, καὶ ταῦτα σὺ μιμοῦ. Ῥῆσιν δ’ ἀγαθὴν δεδομένην 〈εὖ〉 φύλασσε σαυτῷ. Σοὶ τοῦτο γενέσθω φίλον, 〈ἐσ〉 μηδὲν ἀτακτεῖν. Τὴν ἡσυχίαν κατὰ βίον ἵνα πάντοτε τηρῇς.
10Ὑγιαίνειν εὔχου τοῖς θεοῖς, ἐφ’ ὅσον ἔχεις ζῆν.

8

Τῆς τύχης σκοπεῖν δεῖ τὸ μέγιστον ὡς ἔλαττον, καὶ τὸ μὴ παρὸν μὴ θέλειν· οὐδὲ γὰρ σόν ἐστιν. Ἀμφότερα μένειν οὐκ οἶδεν· ἕστηκε γὰρ οὐδέν. Ἂν πλούσιος ὢν καθ’ ἡμέραν σκοπῇς τὸ πλεῖον,
5ἐς τοσοῦτον εἶ πενιχρός, ἐς ὅσον εἶ περισσός. Ὡς πένης θέλει σχεῖν, καὶ πλούσιος πλέον σχεῖν, ἴσον ἔχουσιν αὐτῶν αἱ ψυχαὶ τὸ μεριμνᾶν.

9

Εἰ καὶ βασιλεὺς πέφυκας, ὡς θνητὸς ἄκουσον. Ἂν μακρὰ πτύῃς, φλεγματίῳ κρατεῖ περισσῷ.
Ἂν εὐειματῇς, ταῦτα πρὸ σοῦ προβάτιον εἶχεν. Ἂν χρυσοφορῇς, τοῦτο τύχης ἐστὶν ἔπαρμα.241
5Ἂν πλούσιος ᾖς, τοῦτο χρόνων ἄδηλος ἰσχύς. Ἂν ἀλαζὼν ᾖς, τοῦτ’ ἀνοίας ἐστὶ φρύαγμα. Ἂν δὲ σωφρονῇς, τοῦτο θεῶν δῶρον ὑπάρχει. Ἡ σωφροσύνη πάρεστιν, ἂν μετρῇς σεαυτόν.

10

Ὁ πένης ἐλεεῖται, ὁ δὲ πλούσιος φθονεῖται, Ὁ μέσως δὲ βίος κεκραμένος δίκαιός ἐστιν, αὐτάρκεια γὰρ πρὸς πᾶσιν ἡδονὴ δικαία.

11

Πλειστάκις ἀδικούμενός τις ἐν ἀδικοῦντι καιρῷ ἀνέχεταί τιν’ οὗ μὴ θέλει διάφορος γενέσθαι.

12

Πῶς ἀναλύεται τὸ σῶμα; πνεύματος φυγόντος.

13

Πάντων ὁ λιμὴν τῶν μερόπων ὁ θάνατός ἐστιν.

14

Τί ποτ’ ἐστι θεός; νοῦς. Τί δὲ νοῦς; φρόνησίς ἐστιν·
Ζῆνα δὲ σὺ νόμιζε τοῦτον ὅθεν ἔχομεν ἀεὶ ζῆν.242

15

Αὐτὸς γὰρ Αἰὼν παντογενὴς ὁ πάντα γεννῶν οὐ κρίνει δικαίως τὰ κατ’ ἄνθρωπον ἕκαστον· καὶ γὰρ κατὰ γαῖαν τά 〈γε〉 κακὰ πέφυκεν αἰεί, καὶ τοῖς μεγάλοις ἀεὶ κακοῖς γέγηθ’ ὁ κόσμος,
5ὅτι πάντες ὅσοι περισσὸν ἠθέλησαν εὑρεῖν ἢ μηχανικὸν ποίημ’ ἢ σοφὸν μάθημα, οὗτοι κακὸν εἰς τὸν θάνατον τέλος ἐποίησαν, ὑπὸ τοῦ γεννήτορος κόσμου κακῶς παθόντες. Σωκράτην ὁ κόσμος πεποίηκεν σοφὸν εἶναι,
10καὶ κακῶς ἀνεῖλεν τὸν Σωκράτην ὁ κόσμος, ἐν τῇ φυλακῇ κώνειον ὅτι πιὼν τέθνηκεν. Πουλύποδα φαγὼν ὁ Διογένης ὠμὸν τέθνηκεν. Αἰσχύλῳ γράφοντί 〈τι〉 ἐπιπέπτωκε χελώνη. Σοφοκλῆς ῥᾶγα φαγὼν σταφυλῆς πνιγεὶς τέθνηκε.
15Κύνες οἱ κατὰ Θρᾴκην Εὐριπίδην ἔτρωγον. Τὸν θεῖον Ὅμηρον λιμὸς κατεδαπάνησεν.

16

Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον

17

Σκήλας καύματι κάλυψον243

18

Τὴν μῆνιν ἄειδε, Μοῦσα, τὴν Ἀχιλλέως μοι

19

Σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμ’ ὅμοιον.

20

Βλαστεῖ δ’ ἐπὶ γῆς δένδρεα παντοῖα φύοντα.

21

Χὠς παῖς ποκα, πότνα, σὸς ἐφ’ ἅμμιν τερατουργεῖς.

22

Ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.

23

〈Καλῶς ἂν εἶχε νὴ Δί’〉, εἰ μετὰ τὸ μαθεῖν οὐκ ἦν παθεῖν ἃ δεῖ παθεῖν· δεῖ γὰρ μαθεῖν. Εἰ δεῖ παθεῖν δὲ κἂν μάθω, τί δεῖ μαθεῖν; Οὐ δεῖ μαθεῖν ἄρ’ ἃ δεῖ παθεῖν· δεῖ γὰρ παθεῖν·
5διὰ τοῦτ’ 〈ἄρ’〉 οὐ θέλω μαθεῖν· δεῖ γὰρ παθεῖν.244